Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.100.5 Hdt. 8.102.1 (English) >>Hdt. 8.104.1

8.101.2 ὡς δὲ ἀπίκετο Ἀρτεμισίη, μεταστησάμενος τοὺς ἄλλους τούς τε συμβούλους Περσέων καὶ τοὺς δορυφόρους, ἔλεξε Ξέρξης τάδε· “κελεύει με Μαρδόνιος μένοντα αὐτοῦ πειρᾶσαι τῆς Πελοποννήσου, λέγων ὥς μοι Πέρσαι τε καὶ πεζὸς στρατὸς οὐδενὸς μεταίτιοι πάθεος εἰσί, ἀλλὰ βουλομένοισί σφι γένοιτʼ ἂν ἀπόδεξις. 8.101.3 ἐμὲ ὦν ταῦτα κελεύει ποιέειν, αὐτὸς ἐθέλει τριήκοντα μυριάδας ἀπολεξάμενος τοῦ στρατοῦ παρασχεῖν μοι τὴν Ἑλλάδα δεδουλωμένην, αὐτὸν δέ με κελεύει ἀπελαύνειν σὺν τῷ λοιπῷ στρατῷ ἐς ἤθεα τὰ ἐμά. 8.101.4 σὺ ὦν ἐμοί, καὶ γὰρ περὶ τῆς ναυμαχίης εὖ συνεβούλευσας τῆς γενομένης οὐκ ἐῶσα ποιέεσθαι, νῦν τε συμβούλευσον ὁκότερα ποιέων ἐπιτύχω εὖ βουλευσάμενος.”

ch. 102 8.102.1 μὲν ταῦτα συνεβουλεύετο, δὲ λέγει τάδε· “βασιλεῦ, χαλεπὸν μὲν ἐστὶ συμβουλευομένῳ τυχεῖν τὰ ἄριστα εἴπασαν, ἐπὶ μέντοι τοῖσι κατήκουσι πρήγμασι δοκέει μοι αὐτὸν μέν σε ἀπελαύνειν ὀπίσω, Μαρδόνιον δέ, εἰ ἐθέλει τε καὶ ὑποδέκεται ταῦτα ποιήσειν, αὐτοῦ καταλιπεῖν σὺν τοῖσι ἐθέλει. 8.102.2 τοῦτο μὲν γὰρ ἢν καταστρέψηται τὰ φησὶ θέλειν καί οἱ προχωρήσῃ τὰ νοέων λέγει, σὸν τὸ ἔργον δέσποτα γίνεται· οἱ γὰρ σοὶ δοῦλοι κατεργάσαντο. τοῦτο δὲ ἢν τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται, οὐδεμία συμφορὴ μεγάλη ἔσται σέο τε περιεόντος καὶ ἐκείνων τῶν πρηγμάτων περὶ οἶκον τὸν σόν·



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.100.5 Hdt. 8.102.1 (English) >>Hdt. 8.104.1

Powered by PhiloLogic